Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.7 Joseph. BJ 5.15 (English) >>Joseph. BJ 5.21

5.12ἦν δʼ ὑπὸ χεῖρα προσιὼν αὐτοῖς, ὥσπερ ἐκεῖνοι τοῖς ἄνωθεν. καὶ τῷ Ἰωάννῃ διχόθεν πολεμουμένῳ συνέβαινε βλάπτεσθαί τε καὶ βλάπτειν εὐκόλως, καὶ καθʼ ὅσον ἡττᾶτο τῶν ἀμφὶ τὸν Ἐλεάζαρον ὢν ταπεινότερος, τοσοῦτον ἐπλεονέκτει τῷ ὑψηλῷ τοῦ Σίμωνος. 5.13παρὸ καὶ χειρὶ μὲν τὰς κάτωθεν προσβολὰς ἰσχυρῶς εἶργε, τοὺς δὲ ἄνωθεν ἀπὸ τοῦ ἱεροῦ κατακοντίζοντας ἀνέστελλε τοῖς ὀργάνοις· 5.14ὀξυβελεῖς τε γὰρ αὐτῷ καὶ καταπέλται παρῆσαν οὐκ ὀλίγοι καὶ λιθοβόλοι, διʼ ὧν οὐ μόνον ἠμύνετο τοὺς πολεμοῦντας, ἀλλὰ καὶ πολλοὺς τῶν ἱερουργούντων ἀνῄρει. 5.15καίπερ γὰρ πρὸς πᾶσαν ἀσέβειαν ἐκλελυσσηκότες, ὅμως τοὺς θύειν ἐθέλοντας εἰσηφίεσαν, μεθʼ ὑποψιῶν μὲν καὶ φυλακῆς τοὺς ἐπιχωρίους, διερευνώμενοι δὲ τοὺς ξένους· οἳ καίπερ περὶ τὰς εἰσόδους δυσωπήσαντες αὐτῶν τὴν ὠμότητα παρανάλωμα τῆς στάσεως ἐγίνοντο. 5.16τὰ γὰρ ἀπὸ τῶν ὀργάνων βέλη μέχρι τοῦ βωμοῦ καὶ τοῦ νεὼ διὰ τὴν βίαν ὑπερφερόμενα τοῖς τε ἱερεῦσι καὶ τοῖς ἱερουργοῦσιν ἐνέπιπτε, 5.17καὶ πολλοὶ σπεύσαντες ἀπὸ γῆς περάτων περὶ τὸν διώνυμον καὶ πᾶσιν ἀνθρώποις χῶρον ἅγιον πρὸ τῶν θυμάτων ἔπεσον αὐτοὶ καὶ τὸν Ἕλλησι πᾶσι καὶ βαρβάροις σεβάσμιον βωμὸν κατέσπεισαν ἰδίῳ φόνῳ, 5.18νεκροῖς δʼ ἐπιχωρίοις ἀλλόφυλοι καὶ ἱερεῦσι βέβηλοι συνεφύροντο, καὶ παντοδαπῶν αἷμα πτωμάτων ἐν τοῖς θείοις περιβόλοις ἐλιμνάζετο.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.7 Joseph. BJ 5.15 (English) >>Joseph. BJ 5.21

Powered by PhiloLogic